Τετάρτη 20 Ιανουαρίου 2010

20 Ιανουρίου 2010

Λουκ. ς΄ 17-23

17καὶ καταβὰς μετ᾿αὐτῶν ἔστη ἐπὶτόπου πεδινοῦ καὶ ὄχλος μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς᾿Ιουδαίας καὶ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν

18 καὶ οἱ ὀχλού μεν οι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο·

19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ ὅτι δύναμις παρ᾿αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας

20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε·Mακάριοι οἱ πτωχοίὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦΘεοῦ

21 μακάριοι οἱ πεινῶντες νῦν ὅτι χορτασθήσεσθε.μακάριοι οἱ κλαίοντες νῦν ὅτι γελάσετε.

22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶνὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦτοῦ ἀνθρώπου

23 χάρητε ἐνἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε·ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ ·κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου